John 13

1Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ ° Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. 2Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, 3εἰδὼς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ ° Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν ° Θεὸν ὑπάγει, 4ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. Λέγει αὐτῷ, “° Κύριε, σύ μου νίπτεις τοὺς πόδας;” 7Ἀπεκρίθη ° Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.” 8Λέγει αὐτῷ Πέτρος, “Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα.” Ἀπεκρίθη ° Ἰησοῦς αὐτῷ, “Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ.” 9Λέγει αὐτῷ Σίμων Πέτρος, “° Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.” 10Λέγει αὐτῷ ὁ ° Ἰησοῦς, “Ὁ λελουμένος οὐκ ἔχει χρείαν, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες.” 11ἬΙδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, ὅτι “Οὐχὶ πάντες καθαροί ἐστε.”

12Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν, καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς, “Γινώσκετε τί πεποίηκα ὑμῖν; 13Ὑμεῖς φωνεῖτέ με ὁ ‘Διδάσκαλος’ καὶ, ὁ ‘° Κύριος’, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ ° Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18Οὐ περὶ πάντων ὑμῶν λέγω. Ἐγὼ οἶδα οὓς ἐξελεξάμην, ἀλλʼ ἵνα ἡ Γραφὴ πληρωθῇ, ‘Ὁ τρώγων μετʼ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ.’ 19Ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. 20Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω, ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.”

21Ταῦτα εἰπὼν, ὁ ° Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.” 22Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ, ἀπορούμενοι περὶ τίνος λέγει. 23Ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ ° Ἰησοῦ, ὃν ἠγάπα ὁ ° Ἰησοῦς. 24Νεύει οὖν τούτῳ Σίμων Πέτρος, πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 25Ἐπιπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ ° Ἰησοῦ, λέγει αὐτῷ, “° Κύριε, τίς ἐστιν;” 26Ἀποκρίνεται ὁ ° Ἰησοῦς, “Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ, βάψας τὸ ψωμίον ἐπιδώσω.” Καὶ βάψας τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου. 27Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ ° Ἰησοῦς, “Ὃ ποιεῖς, ποίησον τάχιον.” 28Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ. 29Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ ° Ἰησοῦς, “Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν”, ἢ τοῖς πτωχοῖς, ἵνα τι δῷ. 30Λαβὼν οὖν τὸ ψωμίον, ἐκεῖνος ἐξῆλθεν εὐθύς. Ἦν δὲ νύξ.

31Ὅτε οὖν ἐξῆλθεν, λέγει ° Ἰησοῦς, “Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ Ἀνθρώπου, καὶ ὁ ° Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 32Καὶ ὁ ° Θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. 33Τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι ‘Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν’, καὶ ὑμῖν λέγω ἄρτι. 34Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.”

36Λέγει αὐτῷ Σίμων Πέτρος, “° Κύριε, ποῦ ὑπάγεις;” Ἀπεκρίθη αὐτῷ ° Ἰησοῦς, “Ὅπου ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.” 37Λέγει αὐτῷ ὁ Πέτρος, “° Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.” 38Ἀποκρίνεται ° Ἰησοῦς, “Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν, ἀμὴν, λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ, ἕως οὗ ἀρνήσῃ με τρίς.
Copyright information for SRGNT